Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.25 Dem. 41.28 (English) >>Dem. 41.30

41.27πῶς οὖν οὐδὲν ἔλαττον ἔχει, φήσει τις, εἰ τούτῳ μὲν ἐν ταῖς τετταράκοντα μναῖς ἐνετιμᾶτο τὰ χρυσία καὶ τὰ ἱμάτια τῶν χιλιῶν, ἐμοὶ δʼ αἱ δέκα μναῖ χωρὶς προσαπεδίδοντο; τοῦτο δὴ καὶ μέλλω λέγειν. μὲν γὰρ Σπουδίας, ἄνδρες δικασταί, παρὰ τοῦ Λεωκράτους ἔχουσαν τὰ χρυσία καὶ τὰ ἱμάτια τὴν γυναῖκʼ ἔλαβεν, ὧν Πολύευκτος προσαπέτεισεν τῷ Λεωκράτει πλεῖν χιλίας· ἐγὼ δʼ, ἅπερ ἔπεμψέ μοι χωρὶς τῆς προικός, ὅσʼ ἔχω μόνον, πρὸς τὰ τούτῳ δοθέντʼ ἐὰν ἀντιθῇ τις, εὑρήσει παραπλήσια, χωρὶς τῶν εἰς τὰς χιλίας ἀποτιμηθέντων. 41.28ὥστʼ εἰκότως ἐν ταῖς τετταράκοντα μναῖς ἐνετιμᾶτο ταῦτα, ἅπερ ἀπετετείκει τῷ Λεωκράτει καὶ πλείω τῶν ἐμοὶ δοθέντων ἦν. καί μοι λαβὲ πρῶτον μὲν τὴν ἀπογραφὴν ταύτην καὶ λέγʼ αὐτοῖς ἅπερ ἑκάτερος ἡμῶν ἔχει, μετὰ δὲ ταῦτα τὴν τῶν διαιτητῶν μαρτυρίαν, ἵνʼ ἴδωσιν ὅτι καὶ πολλῷ πλείω χρήματʼ ἔχει, καὶ περὶ τούτων Λεωκράτης ἐνεκάλει, καὶ κατὰ ταῦτʼ ἔγνωσαν οἱ διαιτηταί. λέγε.Ἀπογραφή Μαρτυρία

41.29ἆρʼ οὖν οὐ φανερῶς οὗτος μὲν ἔχει τετταράκοντα μνᾶς πάλαι τὴν προῖκα, ἐγὼ δὲ τὰς μὲν τριάκοντα καθάπερ οὗτος, τὰς δὲ χιλίας οὐ μόνον ὕστερον οὐκ ἐκομισάμην, ἀλλὰ καὶ νυνὶ κινδυνεύω περὶ αὐτῶν ὡς ἀδίκως ἔχων; διὰ ταῦτα μέντοι Σπουδίας, ἄνδρες δικασταί, τοῖς φίλοις οὐκ ἐβούλετʼ ἐπιτρέψας ἀπαλλαγῆναι τῶν πρὸς ἔμʼ ἐγκλημάτων, ὅτι συνέβαινεν αὐτῷ πάντα ταῦτʼ ἐξελέγχεσθαι· πᾶσιν γὰρ τούτοις παραγεγενημένοι καὶ σαφῶς εἰδότες οὐκ ἐπέτρεπον αὐτῷ λέγειν τι τύχοι· παρʼ ὑμῖν δʼ οἴεται ψευδόμενος ἐμοῦ τἀληθῆ λέγοντος περιγενήσεσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.25 Dem. 41.28 (English) >>Dem. 41.30

Powered by PhiloLogic